Septante (AT)
Ésaïe 49:8-18
8οὕτως λέγει κύριος Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου,
9λέγοντα τοῖς ἐν δεσμοῖς Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι. καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν·
10οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος, ἀλλὰ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς·
11καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.
12ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.
13εὐφραίνεσθε, οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην, ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.
14Εἶπεν δὲ Σιων Ἐγκατέλιπέν με κύριος, καὶ ὁ κύριος ἐπελάθετό μου.
15μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς ; εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπεν κύριος.
16ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός·
17καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται.
18ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης.
Commentaires sur Ésaïe 49
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires