Septante (AT)
Ésaïe 23:1-4
1Τὸ ὅραμα Τύρου. Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιαίων· ἦκται αἰχμάλωτος.
2τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ μεταβόλοι Φοινίκης διαπερῶντες τὴν θάλασσαν
3ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων ; ὡς ἀμητοῦ εἰσφερομένου οἱ μεταβόλοι τῶν ἐθνῶν.
4αἰσχύνθητι, Σιδών, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν Οὐκ ὤδινον οὐδὲ ἔτεκον οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους.
Commentaires sur Ésaïe 23
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires