Esdras 5
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Esdras 5:3-5

3ἐν αὐτῷ τῷ καιρῷ ἦλθεν ἐπ αὐτοὺς Θανθαναι ἔπαρχος πέραν τοῦ ποταμοῦ καὶ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν καὶ τοῖα εἶπαν αὐτοῖς Τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦτον καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι ;

4τότε ταῦτα εἴποσαν αὐτοῖς Τίνα ἐστὶν τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν οἰκοδομούντων τὴν πόλιν ταύτην ;

5καὶ οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ἐπὶ τὴν αἰχμαλωσίαν Ιουδα, καὶ οὐ κατήργησαν αὐτούς, ἕως γνώμη τῷ Δαρείῳ ἀπηνέχθη· καὶ τότε ἀπεστάλη τῷ φορολόγῳ ὑπὲρ τούτου.

Lire Esdras 5 en entier

Commentaires sur Esdras 5

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org