Septante (AT)
Esdras 10:18-31
18Καὶ εὑρέθησαν ἀπὸ υἱῶν τῶν ἱερέων οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας· ἀπὸ υἱῶν Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἀδελφοὶ αὐτοῦ Μαασηα καὶ Ελιεζερ καὶ Ιαριβ καὶ Γαδαλια,
19καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας αὐτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν·
20καὶ ἀπὸ υἱῶν Εμμηρ Ανανι καὶ Ζαβδια·
21καὶ ἀπὸ υἱῶν Ηραμ Μασαια καὶ Ελια καὶ Σαμαια καὶ Ιιηλ καὶ Οζια·
22καὶ ἀπὸ υἱῶν Φασουρ Ελιωηναι, Μαασαια καὶ Ισμαηλ καὶ Ναθαναηλ καὶ Ιωζαβαδ καὶ Ηλασα.
23καὶ ἀπὸ τῶν Λευιτῶν· Ιωζαβαδ καὶ Σαμου καὶ Κωλια [αὐτὸς Κωλιτας] καὶ Φαθαια καὶ Ιοδομ καὶ Ελιεζερ·
24καὶ ἀπὸ τῶν ᾀδόντων Ελισαφ· καὶ ἀπὸ τῶν πυλωρῶν Σελλημ καὶ Τελημ καὶ Ωδουε.
25καὶ ἀπὸ Ισραηλ· ἀπὸ υἱῶν Φορος Ραμια καὶ Ιαζια καὶ Μελχια καὶ Μεαμιν καὶ Ελεαζαρ καὶ Ασαβια καὶ Βαναια·
26καὶ ἀπὸ υἱῶν Ηλαμ Μαθανια καὶ Ζαχαρια καὶ Ιαιηλ καὶ Αβδια καὶ Ιαριμωθ καὶ Ηλια·
27καὶ ἀπὸ υἱῶν Ζαθουα Ελιωηναι, Ελισουβ, Μαθανια καὶ Ιαρμωθ καὶ Ζαβαδ καὶ Οζιζα·
28καὶ ἀπὸ υἱῶν Βαβι Ιωαναν, Ανανια καὶ Ζαβου, Οθαλι·
29καὶ ἀπὸ υἱῶν Βανουι Μεσουλαμ, Μαλουχ, Αδαιας, Ιασουβ καὶ Σαλουια καὶ Ρημωθ·
30καὶ ἀπὸ υἱῶν Φααθμωαβ Εδενε, Χαληλ, Βαναια, Μασηα, Μαθανια, Βεσεληλ καὶ Βανουι καὶ Μανασση·
31καὶ ἀπὸ υἱῶν Ηραμ Ελιεζερ, Ιεσσια, Μελχια, Σαμαια, Σεμεων,
Commentaires sur Esdras 10
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires