Septante (AT)
Ézéchiel 41:18-25
18γεγλυμμένα χερουβιν, καὶ φοίνικες ἀνὰ μέσον χερουβ καὶ χερουβ· δύο πρόσωπα τῷ χερουβ,
19πρόσωπον ἀνθρώπου πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν καὶ πρόσωπον λέοντος πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν· διαγεγλυμμένος ὅλος ὁ οἶκος κυκλόθεν,
20ἐκ τοῦ ἐδάφους ἕως τοῦ φατνώματος τὰ χερουβιν καὶ οἱ φοίνικες διαγεγλυμμένοι.
21καὶ τὸ ἅγιον καὶ ὁ ναὸς ἀναπτυσσόμενος τετράγωνα. κατὰ πρόσωπον τῶν ἁγίων ὅρασις ὡς ὄψις
22θυσιαστηρίου ξυλίνου, πηχῶν τριῶν τὸ ὕψος αὐτοῦ καὶ τὸ μῆκος πηχῶν δύο καὶ τὸ εὖρος πηχῶν δύο· καὶ κέρατα εἶχεν, καὶ ἡ βάσις αὐτοῦ καὶ οἱ τοῖχοι αὐτοῦ ξύλινοι· καὶ εἶπεν πρός με Αὕτη ἡ τράπεζα ἡ πρὸ προσώπου κυρίου.
23καὶ δύο θυρώματα τῷ ναῷ καὶ τῷ ἁγίῳ·
24δύο θυρώματα τοῖς δυσὶ θυρώμασι τοῖς στροφωτοῖς, δύο θυρώματα τῷ ἑνὶ καὶ δύο θυρώματα τῇ θύρᾳ τῇ δευτέρᾳ.
25καὶ γλυφὴ ἐπ αὐτῶν, καὶ ἐπὶ τὰ θυρώματα τοῦ ναοῦ χερουβιν καὶ φοίνικες κατὰ τὴν γλυφὴν τῶν ἁγίων, καὶ σπουδαῖα ξύλα κατὰ πρόσωπον τοῦ αιλαμ ἔξωθεν
Commentaires sur Ézéchiel 41
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires