Septante (AT)
Ézéchiel 38:17-20
17τάδε λέγει κύριος κύριος τῷ Γωγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου προφητῶν τοῦ Ισραηλ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσιν τοῦ ἀγαγεῖν σε ἐπ αὐτούς.
18καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ἡμέρᾳ, ᾗ ἂν ἔλθῃ Γωγ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ, λέγει κύριος κύριος, ἀναβήσεται ὁ θυμός μου
19καὶ ὁ ζῆλός μου. ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα Εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ισραηλ,
20καὶ σεισθήσονται ἀπὸ προσώπου κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, καὶ ῥαγήσεται τὰ ὄρη, καὶ πεσοῦνται αἱ φάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται.
Commentaires sur Ézéchiel 38
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires