Septante (AT)
Ézéchiel 25:8-17
8Τάδε λέγει κύριος Ἀνθ ὧν εἶπεν Μωαβ Ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος Ισραηλ καὶ Ιουδα,
9διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωαβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον Ασιμουθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας.
10τοῖς υἱοῖς Κεδεμ ἐπὶ τοὺς υἱοὺς Αμμων δέδωκα αὐτοὺς εἰς κληρονομίαν, ὅπως μὴ μνεία γένηται τῶν υἱῶν Αμμων·
11καὶ εἰς Μωαβ ποιήσω ἐκδίκησιν, καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος.
12Τάδε λέγει κύριος Ἀνθ ὧν ἐποίησεν ἡ Ιδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον Ιουδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην,
13διὰ τοῦτο τάδε λέγει κύριος Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ιδουμαίαν καὶ ἐξολεθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμαν διωκόμενοι ἐν ῥομφαίᾳ πεσοῦνται·
14καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ιδουμαίαν ἐν χειρὶ λαοῦ μου Ισραηλ, καὶ ποιήσουσιν ἐν τῇ Ιδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου· καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει κύριος.
15Διὰ τοῦτο τάδε λέγει κύριος Ἀνθ ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως αἰῶνος,
16διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολεθρεύσω Κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν·
17καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ αὐτούς.
Commentaires sur Ézéchiel 25
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires