Septante (AT)
Ézéchiel 17:9-10
9διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Εἰ κατευθυνεῖ ; οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς ; καὶ οὐκ ἐν βραχίονι μεγάλῳ οὐδ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς.
10καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ ; οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανθήσεται ξηρασίᾳ ; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται.
Commentaires sur Ézéchiel 17
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires