Septante (AT)
Exode 26:1-16
1Καὶ τὴν σκηνὴν ποιήσεις δέκα αὐλαίας ἐκ βύσσου κεκλωσμένης καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου· χερουβιμ ἐργασίᾳ ὑφάντου ποιήσεις αὐτάς.
2μῆκος τῆς αὐλαίας τῆς μιᾶς ὀκτὼ καὶ εἴκοσι πήχεων καὶ εὖρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται· μέτρον τὸ αὐτὸ ἔσται πάσαις ταῖς αὐλαίαις.
3πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων ἐχόμεναι ἡ ἑτέρα ἐκ τῆς ἑτέρας, καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμεναι ἑτέρα τῇ ἑτέρᾳ.
4καὶ ποιήσεις αὐταῖς ἀγκύλας ὑακινθίνας ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς μιᾶς ἐκ τοῦ ἑνὸς μέρους εἰς τὴν συμβολὴν καὶ οὕτως ποιήσεις ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς ἐξωτέρας πρὸς τῇ συμβολῇ τῇ δευτέρᾳ.
5πεντήκοντα ἀγκύλας ποιήσεις τῇ αὐλαίᾳ τῇ μιᾷ καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐκ τοῦ μέρους τῆς αὐλαίας κατὰ τὴν συμβολὴν τῆς δευτέρας· ἀντιπρόσωποι ἀντιπίπτουσαι ἀλλήλαις εἰς ἑκάστην.
6καὶ ποιήσεις κρίκους πεντήκοντα χρυσοῦς καὶ συνάψεις τὰς αὐλαίας ἑτέραν τῇ ἑτέρᾳ τοῖς κρίκοις, καὶ ἔσται ἡ σκηνὴ μία.
7καὶ ποιήσεις δέρρεις τριχίνας σκέπην ἐπὶ τῆς σκηνῆς· ἕνδεκα δέρρεις ποιήσεις αὐτάς.
8τὸ μῆκος τῆς δέρρεως τῆς μιᾶς ἔσται τριάκοντα πήχεων, καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς δέρρεως τῆς μιᾶς· μέτρον τὸ αὐτὸ ἔσται ταῖς ἕνδεκα δέρρεσι.
9καὶ συνάψεις τὰς πέντε δέρρεις ἐπὶ τὸ αὐτὸ καὶ τὰς ἓξ δέρρεις ἐπὶ τὸ αὐτό· καὶ ἐπιδιπλώσεις τὴν δέρριν τὴν ἕκτην κατὰ πρόσωπον τῆς σκηνῆς.
10καὶ ποιήσεις ἀγκύλας πεντήκοντα ἐπὶ τοῦ χείλους τῆς δέρρεως τῆς μιᾶς τῆς ἀνὰ μέσον κατὰ συμβολὴν καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐπὶ τοῦ χείλους τῆς δέρρεως τῆς συναπτούσης τῆς δευτέρας.
11καὶ ποιήσεις κρίκους χαλκοῦς πεντήκοντα καὶ συνάψεις τοὺς κρίκους ἐκ τῶν ἀγκυλῶν καὶ συνάψεις τὰς δέρρεις, καὶ ἔσται ἕν.
12καὶ ὑποθήσεις τὸ πλεονάζον ἐν ταῖς δέρρεσιν τῆς σκηνῆς· τὸ ἥμισυ τῆς δέρρεως τὸ ὑπολελειμμένον ὑποκαλύψεις, τὸ πλεονάζον τῶν δέρρεων τῆς σκηνῆς ὑποκαλύψεις ὀπίσω τῆς σκηνῆς·
13πῆχυν ἐκ τούτου καὶ πῆχυν ἐκ τούτου ἐκ τοῦ ὑπερέχοντος τῶν δέρρεων ἐκ τοῦ μήκους τῶν δέρρεων τῆς σκηνῆς ἔσται συγκαλύπτον ἐπὶ τὰ πλάγια τῆς σκηνῆς ἔνθεν καὶ ἔνθεν, ἵνα καλύπτῃ.
14καὶ ποιήσεις κατακάλυμμα τῇ σκηνῇ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ ἐπικαλύμματα δέρματα ὑακίνθινα ἐπάνωθεν.
15καὶ ποιήσεις στύλους τῇ σκηνῇ ἐκ ξύλων ἀσήπτων·
16δέκα πήχεων ποιήσεις τὸν στῦλον τὸν ἕνα, καὶ πήχεος ἑνὸς καὶ ἡμίσους τὸ πλάτος τοῦ στύλου τοῦ ἑνός·
Commentaires sur Exode 26
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires