Septante (AT)
2 Samuel 9:5-7
5καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυιδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ.
6καὶ παραγίνεται Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν αὐτῷ Δαυιδ Μεμφιβοσθε· καὶ εἶπεν Ἰδοὺ ὁ δοῦλός σου.
7καὶ εἶπεν αὐτῷ Δαυιδ Μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ιωναθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαουλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός.
Commentaires sur 2 Samuel 9
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires