Septante (AT)
2 Samuel 9:11-13
11καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Κατὰ πάντα, ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτως ποιήσει ὁ δοῦλός σου. καὶ Μεμφιβοσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυιδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως.
12καὶ τῷ Μεμφιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ Μιχα. καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβα δοῦλοι τοῦ Μεμφιβοσθε.
13καὶ Μεμφιβοσθε κατῴκει ἐν Ιερουσαλημ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν· καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ.
Commentaires sur 2 Samuel 9
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires