2 Samuel 21
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 21:1-14

1Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυιδ τρία ἔτη, ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ, καὶ ἐζήτησεν Δαυιδ τὸ πρόσωπον τοῦ κυρίου. καὶ εἶπεν κύριος Ἐπὶ Σαουλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία διὰ τὸ αὐτὸν θανάτῳ αἱμάτων περὶ οὗ ἐθανάτωσεν τοὺς Γαβαωνίτας.

2καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυιδ τοὺς Γαβαωνίτας καὶ εἶπεν πρὸς αὐτούς· καὶ οἱ Γαβαωνῖται οὐχ υἱοὶ Ισραηλ εἰσίν, ὅτι ἀλλ ἢ ἐκ τοῦ λείμματος τοῦ Αμορραίου, καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν αὐτοῖς· καὶ ἐζήτησεν Σαουλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ισραηλ καὶ Ιουδα.

3καὶ εἶπεν Δαυιδ πρὸς τοὺς Γαβαωνίτας Τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν κυρίου ;

4καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνῖται Οὐκ ἔστιν ἡμῖν ἀργύριον καὶ χρυσίον μετὰ Σαουλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν Ισραηλ. καὶ εἶπεν Τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν ;

5καὶ εἶπαν πρὸς τὸν βασιλέα Ὁ ἀνὴρ συνετέλεσεν ἐφ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς, ὃς παρελογίσατο ἐξολεθρεῦσαι ἡμᾶς· ἀφανίσωμεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ισραηλ·

6δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ κυρίῳ ἐν Γαβαων Σαουλ ἐκλεκτοὺς κυρίου. καὶ εἶπεν ὁ βασιλεύς Ἐγὼ δώσω.

7καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθε υἱὸν Ιωναθαν υἱοῦ Σαουλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτῶν, ἀνὰ μέσον Δαυιδ καὶ ἀνὰ μέσον Ιωναθαν υἱοῦ Σαουλ.

8καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ρεσφα θυγατρὸς Αια, οὓς ἔτεκεν τῷ Σαουλ, τὸν Ερμωνι καὶ τὸν Μεμφιβοσθε, καὶ τοὺς πέντε υἱοὺς Μιχολ θυγατρὸς Σαουλ, οὓς ἔτεκεν τῷ Εσριηλ υἱῷ Βερζελλι τῷ Μοουλαθι,

9καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι κυρίου, καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό· καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις ἐν ἀρχῇ θερισμοῦ κριθῶν.

10καὶ ἔλαβεν Ρεσφα θυγάτηρ Αια τὸν σάκκον καὶ ἔπηξεν αὑτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν, ἕως ἔσταξεν ἐπ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ, καὶ οὐκ ἔδωκεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός.

11καὶ ἀπηγγέλη τῷ Δαυιδ ὅσα ἐποίησεν Ρεσφα θυγάτηρ Αια παλλακὴ Σαουλ, καὶ ἐξελύθησαν, καὶ κατέλαβεν αὐτοὺς Δαν υἱὸς Ιωα ἐκ τῶν ἀπογόνων τῶν γιγάντων,

12καὶ ἐπορεύθη Δαυιδ καὶ ἔλαβεν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν Ιαβις Γαλααδ, οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιθσαν, ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν ἡμέρᾳ, ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαουλ ἐν Γελβουε,

13καὶ ἀνήνεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ συνήγαγεν τὰ ὀστᾶ τῶν ἐξηλιασμένων.

14καὶ ἔθαψαν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν ἡλιασθέντων ἐν γῇ Βενιαμιν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κις τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα, ὅσα ἐνετείλατο ὁ βασιλεύς. – καὶ ἐπήκουσεν ὁ θεὸς τῇ γῇ μετὰ ταῦτα.

Lire 2 Samuel 21 en entier

Commentaires sur 2 Samuel 21

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org