2 Samuel 20
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 20:5-10

5καὶ ἐπορεύθη Αμεσσαι τοῦ βοῆσαι τὸν Ιουδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ, οὗ ἐτάξατο αὐτῷ Δαυιδ.

6καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα Νῦν κακοποιήσει ἡμᾶς Σαβεε υἱὸς Βοχορι ὑπὲρ Αβεσσαλωμ, καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν.

7καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ιωαβ καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθαν ἐξ Ιερουσαλημ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι.

8καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαων, καὶ Αμεσσαι εἰσῆλθεν ἔμπροσθεν αὐτῶν. καὶ Ιωαβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ αὐτῷ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς, καὶ ἡ μάχαιρα ἐξῆλθεν καὶ ἔπεσεν.

9καὶ εἶπεν Ιωαβ τῷ Αμεσσαι Εἰ ὑγιαίνεις σύ, ἀδελφέ ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ιωαβ τοῦ πώγωνος Αμεσσαι τοῦ καταφιλῆσαι αὐτόν·

10καὶ Αμεσσαι οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ιωαβ, καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ιωαβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανεν. καὶ Ιωαβ καὶ Αβεσσα ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεε υἱοῦ Βοχορι·

Lire 2 Samuel 20 en entier

Commentaires sur 2 Samuel 20

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org