2 Samuel 20
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 20:4-13

4καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αμεσσαι Βόησόν μοι τὸν ἄνδρα Ιουδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι.

5καὶ ἐπορεύθη Αμεσσαι τοῦ βοῆσαι τὸν Ιουδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ, οὗ ἐτάξατο αὐτῷ Δαυιδ.

6καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα Νῦν κακοποιήσει ἡμᾶς Σαβεε υἱὸς Βοχορι ὑπὲρ Αβεσσαλωμ, καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν.

7καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ιωαβ καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθαν ἐξ Ιερουσαλημ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι.

8καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαων, καὶ Αμεσσαι εἰσῆλθεν ἔμπροσθεν αὐτῶν. καὶ Ιωαβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ αὐτῷ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς, καὶ ἡ μάχαιρα ἐξῆλθεν καὶ ἔπεσεν.

9καὶ εἶπεν Ιωαβ τῷ Αμεσσαι Εἰ ὑγιαίνεις σύ, ἀδελφέ ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ιωαβ τοῦ πώγωνος Αμεσσαι τοῦ καταφιλῆσαι αὐτόν·

10καὶ Αμεσσαι οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ιωαβ, καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ιωαβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανεν. καὶ Ιωαβ καὶ Αβεσσα ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεε υἱοῦ Βοχορι·

11καὶ ἀνὴρ ἔστη ἐπ αὐτὸν τῶν παιδαρίων Ιωαβ καὶ εἶπεν Τίς ὁ βουλόμενος Ιωαβ καὶ τίς τοῦ Δαυιδ, ὀπίσω Ιωαβ·

12καὶ Αμεσσαι πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου, καὶ εἶδεν ὁ ἀνὴρ ὅτι εἱστήκει πᾶς ὁ λαός, καὶ ἀπέστρεψεν τὸν Αμεσσαι ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ αὐτὸν ἱμάτιον, καθότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ αὐτὸν ἑστηκότα·

13ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθεν πᾶς ἀνὴρ Ισραηλ ὀπίσω Ιωαβ τοῦ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι.

Lire 2 Samuel 20 en entier

Commentaires sur 2 Samuel 20

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org