Septante (AT)
2 Samuel 13:11-14
11καὶ προσήγαγεν αὐτῷ τοῦ φαγεῖν, καὶ ἐπελάβετο αὐτῆς καὶ εἶπεν αὐτῇ Δεῦρο κοιμήθητι μετ ἐμοῦ, ἀδελφή μου.
12καὶ εἶπεν αὐτῷ Μή, ἄδελφέ μου, μὴ ταπεινώσῃς με, διότι οὐ ποιηθήσεται οὕτως ἐν Ισραηλ· μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην·
13καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου ; καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀφρόνων ἐν Ισραηλ· καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα, ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ.
14καὶ οὐκ ἠθέλησεν Αμνων τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ αὐτῆς.
Commentaires sur 2 Samuel 13
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires