Septante (AT)
2 Rois 7:1-3
1καὶ εἶπεν Ελισαιε Ἄκουσον λόγον κυρίου Τάδε λέγει κύριος Ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου ἐν ταῖς πύλαις Σαμαρείας.
2καὶ ἀπεκρίθη ὁ τριστάτης, ἐφ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ, τῷ Ελισαιε καὶ εἶπεν Ἰδοὺ ποιήσει κύριος καταρράκτας ἐν οὐρανῷ, μὴ ἔσται τὸ ῥῆμα τοῦτο ; καὶ Ελισαιε εἶπεν Ἰδοὺ σὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ φάγῃ.
3καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τί ἡμεῖς καθήμεθα ὧδε, ἕως ἀποθάνωμεν ;
Commentaires sur 2 Rois 7
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires