Septante (AT)
2 Rois 13:1-9
1Ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ιωας υἱῷ Οχοζιου βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωαχας υἱὸς Ιου ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη.
2καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, οὐκ ἀπέστη ἀπ αὐτῶν.
3καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Αζαηλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ Αδερ υἱοῦ Αζαηλ πάσας τὰς ἡμέρας.
4καὶ ἐδεήθη Ιωαχας τοῦ προσώπου κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ κύριος, ὅτι εἶδεν τὴν θλῖψιν Ισραηλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας.
5καὶ ἔδωκεν κύριος σωτηρίαν τῷ Ισραηλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας, καὶ ἐκάθισαν οἱ υἱοὶ Ισραηλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης·
6πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ιεροβοαμ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐν αὐταῖς ἐπορεύθησαν, καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ.
7ὅτι οὐχ ὑπελείφθη τῷ Ιωαχας λαὸς ἀλλ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν.
8καὶ τὰ λοιπὰ τῶν λόγων Ιωαχας καὶ πάντα, ὅσα ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ ;
9καὶ ἐκοιμήθη Ιωαχας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν Σαμαρείᾳ, καὶ ἐβασίλευσεν Ιωας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.
Commentaires sur 2 Rois 13
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires