Septante (AT)
2 Rois 12:1-4
1Υἱὸς ἐτῶν ἑπτὰ Ιωας ἐν τῷ βασιλεύειν αὐτόν.
2ἐν ἔτει ἑβδόμῳ τῷ Ιου ἐβασίλευσεν Ιωας καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Αβια ἐκ τῆς Βηρσαβεε.
3καὶ ἐποίησεν Ιωας τὸ εὐθὲς ἐνώπιον κυρίου πάσας τὰς ἡμέρας, ἃς ἐφώτισεν αὐτὸν Ιωδαε ὁ ἱερεύς·
4πλὴν τῶν ὑψηλῶν οὐ μετεστάθησαν, καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.
Commentaires sur 2 Rois 12
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires