2 Chroniques 32
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Chroniques 32:24-33

24Ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας ἕως θανάτου· καὶ προσηύξατο πρὸς κύριον, καὶ ἐπήκουσεν αὐτοῦ καὶ σημεῖον ἔδωκεν αὐτῷ.

25καὶ οὐ κατὰ τὸ ἀνταπόδομα, ὃ ἔδωκεν αὐτῷ, ἀνταπέδωκεν Εζεκιας, ἀλλὰ ὑψώθη ἡ καρδία αὐτοῦ· καὶ ἐγένετο ἐπ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ.

26καὶ ἐταπεινώθη Εζεκιας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ιερουσαλημ, καὶ οὐκ ἐπῆλθεν ἐπ αὐτοὺς ὀργὴ κυρίου ἐν ταῖς ἡμέραις Εζεκιου.

27καὶ ἐγένετο τῷ Εζεκια πλοῦτος καὶ δόξα πολλὴ σφόδρα, καὶ θησαυροὺς ἐποίησεν ἑαυτῷ ἀργυρίου καὶ χρυσίου καὶ τοῦ λίθου τοῦ τιμίου καὶ εἰς τὰ ἀρώματα καὶ ὁπλοθήκας καὶ εἰς σκεύη ἐπιθυμητὰ

28καὶ πόλεις εἰς τὰ γενήματα σίτου καὶ ἐλαίου καὶ οἴνου καὶ φάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια

29καὶ πόλεις, ἃς ᾠκοδόμησεν αὑτῷ, καὶ ἀποσκευὴν προβάτων καὶ βοῶν εἰς πλῆθος, ὅτι ἔδωκεν αὐτῷ κύριος ἀποσκευὴν πολλὴν σφόδρα.

30αὐτὸς Εζεκιας ἐνέφραξεν τὴν ἔξοδον τοῦ ὕδατος Γιων τὸ ἄνω καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς λίβα τῆς πόλεως Δαυιδ· καὶ εὐοδώθη Εζεκιας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.

31καὶ οὕτως τοῖς πρεσβευταῖς τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος τοῖς ἀποσταλεῖσιν πρὸς αὐτὸν πυθέσθαι παρ αὐτοῦ τὸ τέρας, ὃ ἐγένετο ἐπὶ τῆς γῆς, καὶ ἐγκατέλιπεν αὐτὸν κύριος τοῦ πειράσαι αὐτὸν εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.

32καὶ τὰ κατάλοιπα τῶν λόγων Εζεκιου καὶ τὸ ἔλεος αὐτοῦ, ἰδοὺ γέγραπται ἐν τῇ προφητείᾳ Ησαιου υἱοῦ Αμως τοῦ προφήτου καὶ ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ.

33καὶ ἐκοιμήθη Εζεκιας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυιδ, καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ· καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

Lire 2 Chroniques 32 en entier

Commentaires sur 2 Chroniques 32

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org