Septante (AT)
2 Chroniques 25:11-23
11καὶ Αμασιας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηιρ δέκα χιλιάδας·
12καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ιουδα καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διερρήγνυντο.
13καὶ οἱ υἱοὶ τῆς δυνάμεως, οὓς ἀπέστρεψεν Αμασιας τοῦ μὴ πορευθῆναι μετ αὐτοῦ εἰς πόλεμον, καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ιουδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρων καὶ ἐπάταξαν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσαν σκῦλα πολλά.
14καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν Αμασιαν πατάξαντα τὴν Ιδουμαίαν καὶ ἤνεγκεν πρὸς αὐτοὺς τοὺς θεοὺς υἱῶν Σηιρ καὶ ἔστησεν αὐτοὺς ἑαυτῷ εἰς θεοὺς καὶ ἐναντίον αὐτῶν προσεκύνει καὶ αὐτοῖς αὐτὸς ἔθυεν.
15καὶ ἐγένετο ὀργὴ κυρίου ἐπὶ Αμασιαν, καὶ ἀπέστειλεν αὐτῷ προφήτας καὶ εἶπαν αὐτῷ Τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλαντο τὸν λαὸν αὐτῶν ἐκ χειρός σου ;
16καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ καὶ εἶπεν αὐτῷ Μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε ; πρόσεχε μὴ μαστιγωθῇς. καὶ ἐσιώπησεν ὁ προφήτης. καὶ εἶπεν ὅτι Γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου.
17καὶ ἐβουλεύσατο Αμασιας καὶ ἀπέστειλεν πρὸς Ιωας υἱὸν Ιωαχαζ υἱοῦ Ιου βασιλέα Ισραηλ λέγων Δεῦρο ὀφθῶμεν προσώποις.
18καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμασιαν βασιλέα Ιουδα λέγων Ὁ αχουχ ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων Δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα. καὶ ἰδοὺ ἐλεύσεται τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ· καὶ ἦλθαν τὰ θηρία καὶ κατεπάτησαν τὸν αχουχ.
19εἶπας Ἰδοὺ ἐπάταξας τὴν Ιδουμαίαν, καὶ ἐπαίρει σε ἡ καρδία ἡ βαρεῖα· νῦν κάθησο ἐν οἴκῳ σου, καὶ ἵνα τί συμβάλλεις ἐν κακίᾳ καὶ πεσῇ σὺ καὶ Ιουδας μετὰ σοῦ ;
20καὶ οὐκ ἤκουσεν Αμασιας, ὅτι παρὰ κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας, ὅτι ἐξεζήτησεν τοὺς θεοὺς τῶν Ιδουμαίων.
21καὶ ἀνέβη Ιωας βασιλεὺς Ισραηλ, καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Αμασιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς, ἥ ἐστιν τοῦ Ιουδα.
22καὶ ἐτροπώθη Ιουδας κατὰ πρόσωπον Ισραηλ, καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα.
23καὶ τὸν Αμασιαν βασιλέα Ιουδα τὸν τοῦ Ιωας κατέλαβεν Ιωας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ιερουσαλημ καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ιερουσαλημ ἀπὸ πύλης Εφραιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις·
Commentaires sur 2 Chroniques 25
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires