2 Chroniques 23
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Chroniques 23:1-10

1Καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἐκραταίωσεν Ιωδαε καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους, τὸν Αζαριαν υἱὸν Ιωραμ καὶ τὸν Ισμαηλ υἱὸν Ιωαναν καὶ τὸν Αζαριαν υἱὸν Ωβηδ καὶ τὸν Μαασαιαν υἱὸν Αδαια καὶ τὸν Ελισαφαν υἱὸν Ζαχαρια, μετ αὐτοῦ εἰς οἶκον.

2καὶ ἐκύκλωσαν τὸν Ιουδαν καὶ συνήγαγον τοὺς Λευίτας ἐκ πασῶν τῶν πόλεων Ιουδα καὶ ἄρχοντας πατριῶν τοῦ Ισραηλ, καὶ ἦλθον εἰς Ιερουσαλημ.

3καὶ διέθεντο πᾶσα ἐκκλησία Ιουδα διαθήκην ἐν οἴκῳ τοῦ θεοῦ μετὰ τοῦ βασιλέως, καὶ ἔδειξεν αὐτοῖς τὸν υἱὸν τοῦ βασιλέως καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ὁ υἱὸς τοῦ βασιλέως βασιλευσάτω, καθὼς ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Δαυιδ.

4νῦν ὁ λόγος οὗτος, ὃν ποιήσετε· τὸ τρίτον ἐξ ὑμῶν εἰσπορευέσθωσαν τὸ σάββατον, τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ εἰς τὰς πύλας τῶν εἰσόδων,

5καὶ τὸ τρίτον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῇ μέσῃ, καὶ πᾶς ὁ λαὸς ἐν αὐλαῖς οἴκου κυρίου.

6καὶ μὴ εἰσελθέτω εἰς οἶκον κυρίου ἐὰν μὴ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λειτουργοῦντες τῶν Λευιτῶν· αὐτοὶ εἰσελεύσονται, ὅτι ἅγιοί εἰσιν, καὶ πᾶς ὁ λαὸς φυλασσέτω φυλακὰς κυρίου.

7καὶ κυκλώσουσιν οἱ Λευῖται τὸν βασιλέα κύκλῳ, ἀνδρὸς σκεῦος ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὸν οἶκον ἀποθανεῖται· καὶ ἔσονται μετὰ τοῦ βασιλέως εἰσπορευομένου καὶ ἐκπορευομένου.

8καὶ ἐποίησαν οἱ Λευῖται καὶ πᾶς Ιουδα κατὰ πάντα, ὅσα ἐνετείλατο Ιωδαε ὁ ἱερεύς, καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτοῦ ἀπ ἀρχῆς τοῦ σαββάτου ἕως ἐξόδου τοῦ σαββάτου, ὅτι οὐ κατέλυσεν Ιωδαε τὰς ἐφημερίας.

9καὶ ἔδωκεν τὰς μαχαίρας καὶ τοὺς θυρεοὺς καὶ τὰ ὅπλα, ἃ ἦν τοῦ βασιλέως Δαυιδ, ἐν οἴκῳ τοῦ θεοῦ.

10καὶ ἔστησεν πάντα τὸν λαόν, ἕκαστον ἐν τοῖς ὅπλοις αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τῆς ἀριστερᾶς τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ.

Lire 2 Chroniques 23 en entier

Commentaires sur 2 Chroniques 23

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org