Septante (AT)
2 Chroniques 21:3-5
3καὶ ἔδωκεν αὐτοῖς ὁ πατὴρ αὐτῶν δόματα πολλά, ἀργύριον καὶ χρυσίον καὶ ὅπλα μετὰ πόλεων τετειχισμένων ἐν Ιουδα· καὶ τὴν βασιλείαν ἔδωκεν τῷ Ιωραμ, ὅτι οὗτος ὁ πρωτότοκος.
4καὶ ἀνέστη Ιωραμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ἐκραταιώθη καὶ ἀπέκτεινεν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἐν ῥομφαίᾳ καὶ ἀπὸ τῶν ἀρχόντων Ισραηλ.
5ὄντος αὐτοῦ τριάκοντα καὶ δύο ἐτῶν κατέστη Ιωραμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ.
Commentaires sur 2 Chroniques 21
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires