Septante (AT)
2 Chroniques 10:3-7
3καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτόν, καὶ ἦλθεν Ιεροβοαμ καὶ πᾶσα ἡ ἐκκλησία Ισραηλ πρὸς Ροβοαμ λέγοντες
4Ὁ πατήρ σου ἐσκλήρυνεν τὸν ζυγὸν ἡμῶν, καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος, οὗ ἔδωκεν ἐφ ἡμᾶς, καὶ δουλεύσομέν σοι.
5καὶ εἶπεν αὐτοῖς Πορεύεσθε ἕως τριῶν ἡμερῶν καὶ ἔρχεσθε πρός με· καὶ ἀπῆλθεν ὁ λαός.
6καὶ συνήγαγεν ὁ βασιλεὺς Ροβοαμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον Σαλωμων τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῆν αὐτὸν λέγων Πῶς ὑμεῖς βουλεύεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον ;
7καὶ ἐλάλησαν αὐτῷ λέγοντες Ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ καὶ εὐδοκήσῃς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι παῖδες πάσας τὰς ἡμέρας.
Commentaires sur 2 Chroniques 10
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires