Septante (AT)
1 Samuel 31:1-2
1Καὶ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ Ισραηλ, καὶ ἔφυγον οἱ ἄνδρες Ισραηλ ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ πίπτουσιν τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουε.
2καὶ συνάπτουσιν ἀλλόφυλοι τῷ Σαουλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ιωναθαν καὶ τὸν Αμιναδαβ καὶ τὸν Μελχισα υἱοὺς Σαουλ.
Commentaires sur 1 Samuel 31
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires