Septante (AT)
1 Samuel 24:6-10
6καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτόν, ὅτι ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος αὐτοῦ,
7καὶ εἶπεν Δαυιδ πρὸς τοὺς ἄνδρας αὐτοῦ Μηδαμῶς μοι παρὰ κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ αὐτόν, ὅτι χριστὸς κυρίου ἐστὶν οὗτος·
8καὶ ἔπεισεν Δαυιδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι τὸν Σαουλ. καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ὁδόν.
9καὶ ἀνέστη Δαυιδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου, καὶ ἐβόησεν Δαυιδ ὀπίσω Σαουλ λέγων Κύριε βασιλεῦ· καὶ ἐπέβλεψεν Σαουλ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ ἔκυψεν Δαυιδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.
10καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων Ἰδοὺ Δαυιδ ζητεῖ τὴν ψυχήν σου ;
Commentaires sur 1 Samuel 24
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires