Septante (AT)
1 Samuel 24:3-8
3καὶ ἔλαβεν μεθ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς Ισραηλ καὶ ἐπορεύθη ζητεῖν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Σαδαιεμ.
4καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ Σαουλ εἰσῆλθεν παρασκευάσασθαι· καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο.
5καὶ εἶπον οἱ ἄνδρες Δαυιδ πρὸς αὐτόν Ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπεν κύριος πρὸς σὲ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. καὶ ἀνέστη Δαυιδ καὶ ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος τῆς Σαουλ λαθραίως.
6καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτόν, ὅτι ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος αὐτοῦ,
7καὶ εἶπεν Δαυιδ πρὸς τοὺς ἄνδρας αὐτοῦ Μηδαμῶς μοι παρὰ κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ αὐτόν, ὅτι χριστὸς κυρίου ἐστὶν οὗτος·
8καὶ ἔπεισεν Δαυιδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι τὸν Σαουλ. καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ὁδόν.
Commentaires sur 1 Samuel 24
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires