1 Rois 21
LXX

Français

Langues originales et autres

Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Rois 21:32

32καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ Δοῦλός σου υἱὸς Αδερ λέγει Ζησάτω δὴ ἡ ψυχή μου. καὶ εἶπεν Εἰ ἔτι ζῇ ; ἀδελφός μού ἐστιν.

Contexte de 1 Rois 21:32

30καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν, καὶ ἔπεσεν τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. – καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος εἰς τὸ ταμίειον. 31καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἶδα ὅτι βασιλεῖς Ισραηλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ, εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν. καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ Δοῦλός σου υἱὸς Αδερ λέγει Ζησάτω δὴ ἡ ψυχή μου. καὶ εἶπεν Εἰ ἔτι ζῇ ; ἀδελφός μού ἐστιν. 33καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπον Ἀδελφός σου υἱὸς Αδερ. καὶ εἶπεν Εἰσέλθατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλθεν πρὸς αὐτὸν υἱὸς Αδερ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα. 34καὶ εἶπεν πρὸς αὐτόν Τὰς πόλεις, ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου, ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ· καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε. καὶ διέθετο αὐτῷ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν.

Lire 1 Rois 21 en entier

Commentaires sur 1 Rois 21

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org