Septante (AT)
1 Rois 21:30
30καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν, καὶ ἔπεσεν τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. – καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος εἰς τὸ ταμίειον.
Contexte de 1 Rois 21:30
28καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ Τάδε λέγει κύριος Ἀνθ ὧν εἶπεν Συρία Θεὸς ὀρέων κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος. 29καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν Ισραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ. καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν, καὶ ἔπεσεν τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. – καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος εἰς τὸ ταμίειον. 31καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἶδα ὅτι βασιλεῖς Ισραηλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ, εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν. 32καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ Δοῦλός σου υἱὸς Αδερ λέγει Ζησάτω δὴ ἡ ψυχή μου. καὶ εἶπεν Εἰ ἔτι ζῇ ; ἀδελφός μού ἐστιν.
Lire 1 Rois 21 en entierCommentaires sur 1 Rois 21
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires