1 Rois 13
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Rois 13:1-10

1Καὶ ἰδοὺ ἄνθρωπος τοῦ θεοῦ ἐξ Ιουδα παρεγένετο ἐν λόγῳ κυρίου εἰς Βαιθηλ, καὶ Ιεροβοαμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι.

2καὶ ἐπεκάλεσεν πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου καὶ εἶπεν Θυσιαστήριον θυσιαστήριον, τάδε λέγει κύριος Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυιδ, Ιωσιας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ἐπιθύοντας ἐπὶ σὲ καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ.

3καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας λέγων Τοῦτο τὸ ῥῆμα, ὃ ἐλάλησεν κύριος λέγων Ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ αὐτῷ.

4καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ιεροβοαμ τῶν λόγων τοῦ ἀνθρώπου τοῦ θεοῦ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ, καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ ἀπὸ τοῦ θυσιαστηρίου λέγων Συλλάβετε αὐτόν· καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, ἣν ἐξέτεινεν ἐπ αὐτόν, καὶ οὐκ ἠδυνήθη ἐπιστρέψαι αὐτὴν πρὸς ἑαυτόν,

5καὶ τὸ θυσιαστήριον ἐρράγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας, ὃ ἔδωκεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν λόγῳ κυρίου.

6καὶ εἶπεν ὁ βασιλεὺς Ιεροβοαμ τῷ ἀνθρώπῳ τοῦ θεοῦ Δεήθητι τοῦ προσώπου κυρίου τοῦ θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρός με. καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ θεοῦ τοῦ προσώπου κυρίου, καὶ ἐπέστρεψεν τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτόν, καὶ ἐγένετο καθὼς τὸ πρότερον.

7καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ Εἴσελθε μετ ἐμοῦ εἰς οἶκον καὶ ἀρίστησον, καὶ δώσω σοι δόμα.

8καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ πρὸς τὸν βασιλέα Ἐάν μοι δῷς τὸ ἥμισυ τοῦ οἴκου σου, οὐκ εἰσελεύσομαι μετὰ σοῦ οὐδὲ μὴ φάγω ἄρτον οὐδὲ μὴ πίω ὕδωρ ἐν τῷ τόπῳ τούτῳ.

9ὅτι οὕτως ἐνετείλατό μοι ἐν λόγῳ κύριος λέγων Μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθης ἐν αὐτῇ.

10καὶ ἀπῆλθεν ἐν ὁδῷ ἄλλῃ καὶ οὐκ ἀνέστρεψεν ἐν τῇ ὁδῷ, ᾗ ἦλθεν ἐν αὐτῇ εἰς Βαιθηλ.

Lire 1 Rois 13 en entier

Commentaires sur 1 Rois 13

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org