1 Chroniques 4
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Chroniques 4:34-41

34καὶ Μοσωβαβ καὶ Ιεμολοχ καὶ Ιωσια υἱὸς Αμασια

35καὶ Ιωηλ [καὶ οὗτος υἱὸς Ισαβια], υἱὸς Σαραια, υἱὸς Ασιηλ

36καὶ Ελιωηναι καὶ Ιακαβα καὶ Ιασουια καὶ Ασαια καὶ Εδιηλ καὶ Ισμαηλ καὶ Βαναια

37καὶ Ζουζα υἱὸς Σεφει υἱοῦ Αλλων υἱοῦ Ιεδια υἱοῦ Σαμαρι υἱοῦ Σαμαιου.

38οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος.

39καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γεραρα ἕως τῶν ἀνατολῶν τῆς Γαι τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν·

40καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς, καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χαμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν.

41καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ.

Lire 1 Chroniques 4 en entier

Commentaires sur 1 Chroniques 4

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org