Septante (AT)
1 Chroniques 26:13-19
13καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα.
14καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σαλαμια καὶ Ζαχαρια· υἱοὶ Ιωας τῷ Μελχια ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ·
15τῷ Αβδεδομ νότον κατέναντι οἴκου εσεφιν
16εἰς δεύτερον· τῷ Ωσα πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς.
17πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸ εσεφιν δύο·
18εἰς διαδεχομένους, καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους.
19αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς Κορε καὶ τοῖς υἱοῖς Μεραρι.
Commentaires sur 1 Chroniques 26
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires