Septante (AT)
1 Chroniques 23:20-25
20υἱοὶ Οζιηλ· Μιχας ὁ ἄρχων καὶ Ισια ὁ δεύτερος.
21υἱοὶ Μεραρι· Μοολι καὶ Μουσι. υἱοὶ Μοολι· Ελεαζαρ καὶ Κις.
22καὶ ἀπέθανεν Ελεαζαρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ ἢ θυγατέρες, καὶ ἔλαβον αὐτὰς υἱοὶ Κις ἀδελφοὶ αὐτῶν.
23υἱοὶ Μουσι· Μοολι καὶ Εδερ καὶ Ιαριμωθ, τρεῖς.
24οὗτοι υἱοὶ Λευι κατ οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω.
25ὅτι εἶπεν Δαυιδ Κατέπαυσεν κύριος ὁ θεὸς Ισραηλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν Ιερουσαλημ ἕως αἰῶνος.
Commentaires sur 1 Chroniques 23
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires