Septante (AT)
1 Chroniques 23:16-23
16υἱοὶ Γηρσαμ· Σουβαηλ ὁ ἄρχων.
17καὶ ἦσαν υἱοὶ τῷ Ελιεζερ· Ρααβια ὁ ἄρχων· καὶ οὐκ ἦσαν τῷ Ελιεζερ υἱοὶ ἕτεροι. καὶ υἱοὶ Ρααβια ηὐξήθησαν εἰς ὕψος.
18υἱοὶ Ισσααρ· Σαλωμωθ ὁ ἄρχων.
19υἱοὶ Χεβρων· Ιδουδ ὁ ἄρχων, Αμαδια ὁ δεύτερος, Οζιηλ ὁ τρίτος, Ικεμιας ὁ τέταρτος.
20υἱοὶ Οζιηλ· Μιχας ὁ ἄρχων καὶ Ισια ὁ δεύτερος.
21υἱοὶ Μεραρι· Μοολι καὶ Μουσι. υἱοὶ Μοολι· Ελεαζαρ καὶ Κις.
22καὶ ἀπέθανεν Ελεαζαρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ ἢ θυγατέρες, καὶ ἔλαβον αὐτὰς υἱοὶ Κις ἀδελφοὶ αὐτῶν.
23υἱοὶ Μουσι· Μοολι καὶ Εδερ καὶ Ιαριμωθ, τρεῖς.
Commentaires sur 1 Chroniques 23
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires