1 Chroniques 22
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Chroniques 22:14-19

14καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας καὶ χαλκὸν καὶ σίδηρον, οὗ οὐκ ἔστιν σταθμός, ὅτι εἰς πλῆθός ἐστιν· καὶ ξύλα καὶ λίθους ἡτοίμασα, καὶ πρὸς ταῦτα πρόσθες.

15καὶ μετὰ σοῦ εἰς πλῆθος ποιούντων ἔργα τεχνῖται καὶ οἰκοδόμοι λίθων καὶ τέκτονες ξύλων καὶ πᾶς σοφὸς ἐν παντὶ ἔργῳ.

16ἐν χρυσίῳ, ἐν ἀργυρίῳ, ἐν χαλκῷ καὶ ἐν σιδήρῳ οὐκ ἔστιν ἀριθμός. ἀνάστηθι καὶ ποίει, καὶ κύριος μετὰ σοῦ.

17καὶ ἐνετείλατο Δαυιδ τοῖς πᾶσιν ἄρχουσιν Ισραηλ ἀντιλαβέσθαι τῷ Σαλωμων υἱῷ αὐτοῦ

18Οὐχὶ κύριος μεθ ὑμῶν ; καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόθεν, ὅτι ἔδωκεν ἐν χερσὶν τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ὑπετάγη ἡ γῆ ἐναντίον κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ.

19νῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ κυρίῳ θεῷ ὑμῶν καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα κυρίῳ τῷ θεῷ ὑμῶν τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης κυρίου καὶ σκεύη τὰ ἅγια τοῦ θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι κυρίου.

Lire 1 Chroniques 22 en entier

Commentaires sur 1 Chroniques 22

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org