1 Chroniques 12
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Chroniques 12:8-15

8καὶ Ελια καὶ Ζαβαδια υἱοὶ Ιρααμ υἱοὶ τοῦ γεδωρ.

9καὶ ἀπὸ τοῦ Γαδδι ἐχωρίσθησαν πρὸς Δαυιδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει·

10Αζερ ὁ ἄρχων, Αβδια ὁ δεύτερος, Ελιαβ ὁ τρίτος,

11Μασεμαννη ὁ τέταρτος, Ιερμια ὁ πέμπτος,

12Εθθι ὁ ἕκτος, Ελιαβ ὁ ἕβδομος,

13Ιωαναν ὁ ὄγδοος, Ελιαζερ ὁ ἔνατος,

14Ιερμια ὁ δέκατος, Μαχαβανναι ὁ ἑνδέκατος.

15οὗτοι ἐκ τῶν υἱῶν Γαδ ἄρχοντες τῆς στρατιᾶς, εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις.

Lire 1 Chroniques 12 en entier

Commentaires sur 1 Chroniques 12

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org