Septante (AT)
1 Chroniques 12:1-10
1Καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Σωκλαγ, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαουλ υἱοῦ Κις, καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ
2καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις· ἐκ τῶν ἀδελφῶν Σαουλ ἐκ Βενιαμιν
3ὁ ἄρχων Αχιεζερ καὶ Ιωας υἱὸς Ασμα τοῦ Γεβωθίτου καὶ Ιωηλ καὶ Ιωφαλητ υἱοὶ Ασμωθ καὶ Βερχια καὶ Ιηουλ ὁ Αναθωθι
4καὶ Σαμαιας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα,
5Ιερμιας καὶ Ιεζιηλ καὶ Ιωαναν καὶ Ιωζαβαδ ὁ Γαδαραθι,
6Ελιαζαι καὶ Ιαριμουθ καὶ Βααλια καὶ Σαμαρια καὶ Σαφατια ὁ Χαραιφι,
7Ηλκανα καὶ Ιησουνι καὶ Οζριηλ καὶ Ιωαζαρ καὶ Ιεσβοαμ οἱ Κορῖται
8καὶ Ελια καὶ Ζαβαδια υἱοὶ Ιρααμ υἱοὶ τοῦ γεδωρ.
9καὶ ἀπὸ τοῦ Γαδδι ἐχωρίσθησαν πρὸς Δαυιδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει·
10Αζερ ὁ ἄρχων, Αβδια ὁ δεύτερος, Ελιαβ ὁ τρίτος,
Commentaires sur 1 Chroniques 12
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires