1 Chroniques 10
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Chroniques 10:4-10

4καὶ εἶπεν Σαουλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ Σπάσαι τὴν ῥομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσίν μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα· καὶ ἔλαβεν Σαουλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ αὐτήν.

5καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανεν Σαουλ, καὶ ἔπεσεν καί γε αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν.

6καὶ ἀπέθανεν Σαουλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανεν.

7καὶ εἶδεν πᾶς ἀνὴρ Ισραηλ ὁ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν Ισραηλ καὶ ὅτι ἀπέθανεν Σαουλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον· καὶ ἦλθον ἀλλόφυλοι καὶ κατῴκησαν ἐν αὐταῖς.

8καὶ ἐγένετο τῇ ἐχομένῃ καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας καὶ εὗρον τὸν Σαουλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβουε.

9καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ·

10καὶ ἔθηκαν τὰ σκεύη αὐτοῦ ἐν οἴκῳ θεοῦ αὐτῶν καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγων.

Lire 1 Chroniques 10 en entier

Commentaires sur 1 Chroniques 10

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org