Septante (AT)
1 Chroniques 10:1-3
1Καὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς Ισραηλ, καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων, καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουε.
2καὶ κατεδίωξαν ἀλλόφυλοι ὀπίσω Σαουλ καὶ ὀπίσω υἱῶν αὐτοῦ, καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν Ιωναθαν καὶ τὸν Αμιναδαβ καὶ τὸν Μελχισουε υἱοὺς Σαουλ.
3καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαουλ, καὶ εὗρον αὐτὸν οἱ τοξόται ἐν τοῖς τόξοις καὶ πόνοις, καὶ ἐπόνεσεν ἀπὸ τῶν τόξων.
Commentaires sur 1 Chroniques 10
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires