Marc 13
SBLGNT
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

SBL NT. Grec (NT)

Marc 13:32-37

32Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ⸀τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ⸀ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.

33βλέπετε ⸀ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν·

34ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ⸀ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.

35γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ⸀ἢ ὀψὲ ἢ ⸀μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ,

36μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας·

37⸀ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.

Lire Marc 13 en entier

Commentaires sur Marc 13

SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature