Marc 13
SBLGNT
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

SBL NT. Grec (NT)

Marc 13:22-30

22ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ ⸀δυνατὸν τοὺς ἐκλεκτούς·

23ὑμεῖς δὲ βλέπετε· ⸀προείρηκα ὑμῖν πάντα.

24Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,

25καὶ οἱ ἀστέρες ⸂ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες⸃, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.

26καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης·

27καὶ τότε ἀποστελεῖ τοὺς ⸀ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ⸀ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.

28Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ⸂ἤδη ὁ κλάδος αὐτῆς⸃ ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·

29οὕτως καὶ ὑμεῖς, ὅταν ⸂ἴδητε ταῦτα⸃ γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.

30ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ⸂ταῦτα πάντα⸃ γένηται.

Lire Marc 13 en entier

Commentaires sur Marc 13

SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature