Septante (AT)
Siracide 23:10
10ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς ἀπὸ μώλωπος οὐκ ἐλαττωθήσεται, οὕτως καὶ ὁ ὀμνύων καὶ ὀνομάζων διὰ παντὸς ἀπὸ ἁμαρτίας οὐ μὴ καθαρισθῇ.
Contexte de Siracide 23:10
8ἐν τοῖς χείλεσιν αὐτοῦ καταληφθήσεται ἁμαρτωλός, καὶ λοίδορος καὶ ὑπερήφανος σκανδαλισθήσονται ἐν αὐτοῖς. 9ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου καὶ ὀνομασίᾳ τοῦ ἁγίου μὴ συνεθισθῇς· ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς ἀπὸ μώλωπος οὐκ ἐλαττωθήσεται, οὕτως καὶ ὁ ὀμνύων καὶ ὀνομάζων διὰ παντὸς ἀπὸ ἁμαρτίας οὐ μὴ καθαρισθῇ. 11ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας, καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ· ἐὰν πλημμελήσῃ, ἁμαρτία αὐτοῦ ἐπ αὐτῷ, κἂν ὑπερίδῃ, ἥμαρτεν δισσῶς· καὶ εἰ διὰ κενῆς ὤμοσεν, οὐ δικαιωθήσεται, πλησθήσεται γὰρ ἐπαγωγῶν ὁ οἶκος αὐτοῦ. 12Ἔστιν λέξις ἀντιπαραβεβλημένη θανάτῳ, μὴ εὑρεθήτω ἐν κληρονομίᾳ Ιακωβ· ἀπὸ γὰρ εὐσεβῶν ταῦτα πάντα ἀποστήσεται, καὶ ἐν ἁμαρτίαις οὐκ ἐγκυλισθήσονται.
Lire Siracide 23 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org