Septante (AT)
Siracide 23:8
8ἐν τοῖς χείλεσιν αὐτοῦ καταληφθήσεται ἁμαρτωλός, καὶ λοίδορος καὶ ὑπερήφανος σκανδαλισθήσονται ἐν αὐτοῖς.
Contexte de Siracide 23:8
6κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με, καὶ ψυχῇ ἀναιδεῖ μὴ παραδῷς με. 7Παιδείαν στόματος ἀκούσατε, τέκνα, καὶ ὁ φυλάσσων οὐ μὴ ἁλῷ. ἐν τοῖς χείλεσιν αὐτοῦ καταληφθήσεται ἁμαρτωλός, καὶ λοίδορος καὶ ὑπερήφανος σκανδαλισθήσονται ἐν αὐτοῖς. 9ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου καὶ ὀνομασίᾳ τοῦ ἁγίου μὴ συνεθισθῇς· 10ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς ἀπὸ μώλωπος οὐκ ἐλαττωθήσεται, οὕτως καὶ ὁ ὀμνύων καὶ ὀνομάζων διὰ παντὸς ἀπὸ ἁμαρτίας οὐ μὴ καθαρισθῇ.
Lire Siracide 23 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org