Septante (AT)

Siracide 23:12

12Ἔστιν λέξις ἀντιπαραβεβλημένη θανάτῳ, μὴ εὑρεθήτω ἐν κληρονομίᾳ Ιακωβ· ἀπὸ γὰρ εὐσεβῶν ταῦτα πάντα ἀποστήσεται, καὶ ἐν ἁμαρτίαις οὐκ ἐγκυλισθήσονται.

Contexte de Siracide 23:12

10ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς ἀπὸ μώλωπος οὐκ ἐλαττωθήσεται, οὕτως καὶ ὁ ὀμνύων καὶ ὀνομάζων διὰ παντὸς ἀπὸ ἁμαρτίας οὐ μὴ καθαρισθῇ. 11ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας, καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ· ἐὰν πλημμελήσῃ, ἁμαρτία αὐτοῦ ἐπ αὐτῷ, κἂν ὑπερίδῃ, ἥμαρτεν δισσῶς· καὶ εἰ διὰ κενῆς ὤμοσεν, οὐ δικαιωθήσεται, πλησθήσεται γὰρ ἐπαγωγῶν ὁ οἶκος αὐτοῦ. Ἔστιν λέξις ἀντιπαραβεβλημένη θανάτῳ, μὴ εὑρεθήτω ἐν κληρονομίᾳ Ιακωβ· ἀπὸ γὰρ εὐσεβῶν ταῦτα πάντα ἀποστήσεται, καὶ ἐν ἁμαρτίαις οὐκ ἐγκυλισθήσονται. 13ἀπαιδευσίαν ἀσυρῆ μὴ συνεθίσῃς τὸ στόμα σου· ἔστιν γὰρ ἐν αὐτῇ λόγος ἁμαρτίας. 14μνήσθητι πατρὸς καὶ μητρός σου, ἀνὰ μέσον γὰρ μεγιστάνων συνεδρεύεις, μήποτε ἐπιλάθῃ ἐνώπιον αὐτῶν καὶ τῷ ἐθισμῷ σου μωρανθῇς καὶ θελήσεις εἰ μὴ ἐγεννήθης καὶ τὴν ἡμέραν τοῦ τοκετοῦ σου καταράσῃ.

Lire Siracide 23 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org