Septante (AT)
Psaumes 82:1-5
1Ὠιδὴ ψαλμοῦ τῷ Ασαφ.
2Ὁ θεός, τίς ὁμοιωθήσεταί σοι ; μὴ σιγήσῃς μηδὲ καταπραύνῃς, ὁ θεός·
3ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν,
4ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου·
5εἶπαν Δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ισραηλ ἔτι.
Commentaires sur Psaumes 82
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires