Septante (AT)
Psaumes 64:2-6
2Σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιων, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ιερουσαλημ.
3εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ἥξει.
4λόγοι ἀνομιῶν ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ.
5μακάριος ὃν ἐξελέξω καὶ προσελάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου. πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.
6ἐπάκουσον ἡμῶν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ ἐν θαλάσσῃ μακράν,
Commentaires sur Psaumes 64
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires