Septante (AT)
Psaumes 147:1-6
1Αλληλουια· Αγγαιου καὶ Ζαχαριου. Ἐπαίνει, Ιερουσαλημ, τὸν κύριον, αἴνει τὸν θεόν σου, Σιων,
2ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί·
3ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε·
4ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ
5τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος,
6βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται ;
Commentaires sur Psaumes 147
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires