Lévitique 21
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Lévitique 21:17-23

17Εἰπὸν Ααρων Ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, τίνι ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ θεοῦ αὐτοῦ.

18πᾶς ἄνθρωπος, ᾧ ἂν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται, ἄνθρωπος χωλὸς ἢ τυφλὸς ἢ κολοβόρριν ἢ ὠτότμητος

19ἢ ἄνθρωπος, ᾧ ἐστιν ἐν αὐτῷ σύντριμμα χειρὸς ἢ σύντριμμα ποδός,

20ἢ κυρτὸς ἢ ἔφηλος ἢ πτίλος τοὺς ὀφθαλμοὺς ἢ ἄνθρωπος, ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία ἢ λιχήν, ἢ μόνορχις,

21πᾶς, ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, ἐκ τοῦ σπέρματος Ααρων τοῦ ἱερέως, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ θεῷ σου· ὅτι μῶμος ἐν αὐτῷ, τὰ δῶρα τοῦ θεοῦ οὐ προσελεύσεται προσενεγκεῖν.

22τὰ δῶρα τοῦ θεοῦ τὰ ἅγια τῶν ἁγίων καὶ ἀπὸ τῶν ἁγίων φάγεται·

23πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ θεοῦ αὐτοῦ, ὅτι ἐγώ εἰμι κύριος ὁ ἁγιάζων αὐτούς.

Lire Lévitique 21 en entier

Commentaires sur Lévitique 21

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org