Septante (AT)
Josué 21:16-32
16καὶ Ασα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Τανυ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Βαιθσαμυς καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων.
17καὶ παρὰ τῆς φυλῆς Βενιαμιν τὴν Γαβαων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαθεθ καὶ τὰ ἀφωρισμένα αὐτῇ
18καὶ Αναθωθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.
19πᾶσαι αἱ πόλεις υἱῶν Ααρων τῶν ἱερέων δέκα τρεῖς.
20Καὶ τοῖς δήμοις υἱοῖς Κααθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Κααθ καὶ ἐγενήθη πόλις τῶν ὁρίων αὐτῶν ἀπὸ φυλῆς Εφραιμ,
21καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος τὴν Συχεμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ
22καὶ τὴν Καβσαιμ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ καὶ τὴν ἄνω Βαιθωρων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.
23καὶ ἐκ τῆς φυλῆς Δαν τὴν Ελκωθαιμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθεδαν καὶ τὰ ἀφωρισμένα αὐτῇ
24καὶ Αιλων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γεθερεμμων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.
25καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση τὴν Ταναχ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ιεβαθα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο.
26πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐταῖς τοῖς δήμοις υἱῶν Κααθ τοῖς ὑπολελειμμένοις.
27Καὶ τοῖς υἱοῖς Γεδσων τοῖς Λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασση τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλων ἐν τῇ Βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Βοσοραν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο
28καὶ ἐκ τῆς φυλῆς Ισσαχαρ τὴν Κισων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Δεββα καὶ τὰ ἀφωρισμένα αὐτῇ
29καὶ τὴν Ρεμμαθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.
30καὶ ἐκ τῆς φυλῆς Ασηρ τὴν Βασελλαν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Δαββων καὶ τὰ ἀφωρισμένα αὐτῇ
31καὶ Χελκατ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Ρααβ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.
32καὶ ἐκ τῆς φυλῆς Νεφθαλι τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι τὴν Καδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Εμμαθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Θεμμων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τρεῖς.
Commentaires sur Josué 21
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires