Josué 13
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Josué 13:7-14

7καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση· ἀπὸ τοῦ Ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ.

8ταῖς δὲ δύο φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση, τῷ Ρουβην καὶ τῷ Γαδ, ἔδωκεν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ιορδάνου κατ ἀνατολὰς ἡλίου· δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῖς κυρίου

9ἀπὸ Αροηρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν Μισωρ ἀπὸ Μαιδαβα ἕως Δαιβαν,

10πάσας τὰς πόλεις Σηων βασιλέως Αμορραίων, ὃς ἐβασίλευσεν ἐν Εσεβων, ἕως τῶν ὁρίων υἱῶν Αμμων

11καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρι καὶ τοῦ Μαχατι, πᾶν ὄρος Αερμων καὶ πᾶσαν τὴν Βασανῖτιν ἕως Σελχα,

12πᾶσαν τὴν βασιλείαν Ωγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν Ασταρωθ καὶ ἐν Εδραιν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλέθρευσεν.

13καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ισραηλ τὸν Γεσιρι καὶ τὸν Μαχατι καὶ τὸν Χαναναῖον, καὶ κατῴκει βασιλεὺς Γεσιρι καὶ ὁ Μαχατι ἐν τοῖς υἱοῖς Ισραηλ ἕως τῆς σήμερον ἡμέρας.

14πλὴν τῆς φυλῆς Λευι οὐκ ἐδόθη κληρονομία· κύριος ὁ θεὸς Ισραηλ, οὗτος αὐτῶν κληρονομία, καθὰ εἶπεν αὐτοῖς κύριος. καὶ οὗτος ὁ καταμερισμός, ὃν κατεμέρισεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω.

Lire Josué 13 en entier

Commentaires sur Josué 13

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org