Septante (AT)
Josué 13:2-13
2καὶ αὕτη ἡ γῆ ἡ καταλελειμμένη· ὅρια Φυλιστιιμ, ὁ Γεσιρι καὶ ὁ Χαναναῖος·
3ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ακκαρων ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιιμ, τῷ Γαζαίῳ καὶ τῷ Ἀζωτίῳ καὶ τῷ Ἀσκαλωνίτῃ καὶ τῷ Γεθθαίῳ καὶ τῷ Ακκαρωνίτῃ· καὶ τῷ Ευαίῳ
4ἐκ Θαιμαν καὶ πάσῃ γῇ Χανααν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως Αφεκ ἕως τῶν ὁρίων τῶν Αμορραίων,
5καὶ πᾶσαν τὴν γῆν Γαβλι Φυλιστιιμ καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου ἀπὸ Γαλγαλ ὑπὸ τὸ ὄρος τὸ Αερμων ἕως τῆς εἰσόδου Εμαθ·
6πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεφωθμαιμ, πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολεθρεύσω ἀπὸ προσώπου Ισραηλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ισραηλ, ὃν τρόπον σοι ἐνετειλάμην.
7καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση· ἀπὸ τοῦ Ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ.
8ταῖς δὲ δύο φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση, τῷ Ρουβην καὶ τῷ Γαδ, ἔδωκεν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ιορδάνου κατ ἀνατολὰς ἡλίου· δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῖς κυρίου
9ἀπὸ Αροηρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν Μισωρ ἀπὸ Μαιδαβα ἕως Δαιβαν,
10πάσας τὰς πόλεις Σηων βασιλέως Αμορραίων, ὃς ἐβασίλευσεν ἐν Εσεβων, ἕως τῶν ὁρίων υἱῶν Αμμων
11καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρι καὶ τοῦ Μαχατι, πᾶν ὄρος Αερμων καὶ πᾶσαν τὴν Βασανῖτιν ἕως Σελχα,
12πᾶσαν τὴν βασιλείαν Ωγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν Ασταρωθ καὶ ἐν Εδραιν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλέθρευσεν.
13καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ισραηλ τὸν Γεσιρι καὶ τὸν Μαχατι καὶ τὸν Χαναναῖον, καὶ κατῴκει βασιλεὺς Γεσιρι καὶ ὁ Μαχατι ἐν τοῖς υἱοῖς Ισραηλ ἕως τῆς σήμερον ἡμέρας.
Commentaires sur Josué 13
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires